Ancient Greek
183.1
Hippiatrica, Hippiatrica Berolinensia 183.1
Unproofread scanNot analysed yet
τὸν ἵππον καταπετάσαι ἀπὸ τοῦ τραχήλου μέχρι τῶν ἰσχίων ἱμάτιον, καὶ ὑποθυμῖαν ὑπὸ τὴν κοιλίαν καὶ τοὺς διδύμους καστόριον ἐπ’ ἀνθράκων, εἶτα ὑφελόντα τὸ ἄγγειον, ἐν ᾧ ὑποθυμιάται, ποιῆσαι διακινήσαι τὸ κτῆνος, καὶ ὡς τάχιστα οὐρήσει. δεῖ δὲ καὶ βάλανον ποιῆσαι ἐξ ἄλός καὶ μέλιτος ἐφθου ἡλίκον φῶν καὶ ἐνθεῖναι εἰς τὴν ἕδραν. τοῦτο γὰρ βοηθεῖ ἀμφοτέροις, τῷ τε τὴν κοιλίαν ἀλγοῦντι καὶ ἐμπετηρημένῳ καὶ τῷ δυσουρῶντι· ποιήσει γὰρ αὐτὸν οὐρῆσαι.