Ancient Greek
185.1
Hippiatrica, Hippiatrica Berolinensia 185.1
Unproofread scanNot analysed yet
χυμοὶ φερόμενοι ἐπὶ τὴν κύστιν, ἀναδάκνουσι τὰς διόδους τῆς οὐρήσεως. ἐσθ’ ὅτε δὴ ἡ στραγγουρία καὶ δι’ ὑπερβολὴν χρόνους τῷ χειμῶνι συμβαίνει. διόπερ τῷ τοιούτῳ πῦρ πλησίον κανθὲν βοηθεῖ. ἀπὸ δὲ βρώσεως ῥοδοδάφνης οὐχ ὁμοίως ὄνη καὶ ἡμιόφ βλάπτεται ἵππος, τῷ θερμότεραν ἔχειν τὴν σύστασιν τοῦ αἵματος. τὰ δὲ σημεῖα ταῦτα ἴδοις ἂν καὶ ἐν τούτῳ καὶ ἐν τῷ τὴν γαστέραν ἀλγοῦντι. ὁ γὰρ τῇ |δυσουρίᾳ συν- 10 ἐχόμενος τρέχειν βούλεται καὶ σοβεῖ τὴν οὐρὰν ὑπὸ τοὺς μηρούς, καὶ κυλιόμενος συγκαθίζει ἐπὶ τὰ ἰσχία, τὸ τε αἰδοῖον προβάλλων κατ’ ὀλίγον, ὡς μέλλων οὐρεῖν ἐμφαίνει.