Ancient Greek
188.1 to 92.15
Hippiatrica, Hippiatrica Berolinensia 188.1-92.15
Unproofread scanNot analysed yet
ἄλλο. 21 Σχορόδον κεφαλὰς κεκαθαρισμένας δύο καὶ λειωθείσας, ἐν οἴνῳ μίξας ἐγχυμάτισον, εἴθ’ οὕτως δραμεῖν ποίησον τὸν ἵππον. ἄλλο. 22 Ἔβούλου, ἣν Ἕλληνες χαμαιάκτην ὀνομάζουσιν, δίξαν λειώσας μετὰ οἶνον παλαιοῦ καὶ ἐκθλίψας καὶ διὰ ὀθόνης διηθήσας, ἔμβαλλε τοῦτο δι’ ἀμφοτέρων τῶν ῥινῶν. δίδου δὲ καὶ μετὰ γλήχωνος ὕδωρ πιεῖν. ἄλλο. 23 Βράδυν τὴν βοτάνην καθεψήσας, ἐξ αὐτοῦ τοῦ θερμοῦ τὰ αἰδοῖα τοῦ ἵππου ἀπάντησον. εἰ δὲ βραδύτερον οὐρήσει, κόριν ζῶντα εἰς τὸ οὐς αὐτοῦ ἔμβαλλε, καὶ ἄλλον ἐπάνω τοῦ αἰδοίου, ὅθεν οὐρεῖ, ἐπίτριφον, καὶ εὐθέως προχωρήσει. ἄλλο. 24 Πράσα ἐψήσας καὶ ἐκπέσας τὸν χυλὸν ὥσει ξέστην α’, καὶ συμμίξας οἴνῳ παλαιῷ καὶ ἐλαίου δὐβάφῳ, διὰ ῥινὸς ἐγχυμάτιζε, καὶ διακινεῖν παρασκεύαζε. ποιεῖ δὲ τοῦτο ἐπὶ τρισὶν ἡμέραις. ἄλλο. 25 Πηλὸν ἀπὸ οὐροῦ οἱουδήποτε ἵππου γενομένου οἴνῳ μιγέντα καὶ διηθηθέντα ἔγχει εἰς τὰς ῥῖνας. ὁ δὲ ἐξ οὐροῦ τοιοῦτου γεγόμενος πηλός, εἰ καὶ ξηρανθῇ, ὅμως μετὰ οἶνον τὴν αὐτὴν ἐνέργειαν ἔχει. οὔτοι ἀπὸ τῆς γενέσεως εἰς τὸν καταγρασμὸν πολυχρονιώτε- ροί εἰσιν. |κεφάλαιον ιδʹ περὶ ὀχείας. Ἁψύρτου. 1 Ἁψύρτος Καριστανίῳ Φρόντῳνι χαίρειν. σπουδαίως ἔχοντός σου ἐν τῇ ἱπποτροφίᾳ καὶ ζητούντος, ἐκ τίνων δεῖ καὶ ποταπῶν τὸ ὄχειον ποιεῖσθαι, ἀναγκαῖον εἰδέναι σε καὶ τούτο· τῶν ἔχοντων ἐν τῷ ὀρατικῷ λεύκωμα τι οὐχ ὑπὸ πληγῆς, ἀλλʼ ἐκ τοῦ αὐτομάτου, τούτων οὐ δεῖ τὰ ὄχεια λαμβάνειν. ζωογονηθέν γὰρ καὶ ἐλθὸν εἰς τὴν αὐτὴν ἡλικίαν πη- φούται ὡσαύτως. τῇ δὲ ἐκ τοῦ τοιούτου ἵππᾳδι γενομένῃ οὐ γίνεται τοῦτο διὰ τὸ ἔχειν αὐτὴν ἐνιαυσίαν κάθαρσιν. τῷ δὲ ὑπʼ αὐτῆς γεννηθέντι ἀρρενι, ὡσαύτως συμβήσεται. ὅσοι δὲ εἰσὶ δυσκατάριστοι ἐν τῇ ἐπιβάσει καὶ νοχελεῖς, ἀποκριτέον καὶ τούτους, ἧσσονας ὄντας ἐν τῷ ἔργῳ. καὶ τοὺς μον- όχεις δὲ οὐ δεῖ παραλαμβάνειν, ἀγόνους ὄντας κατὰ τὸ πλεῖστον ἢ ὁμοιον γεννῶντας. καὶ ὅσοι δὲ κατὰ τῶν διδύμων