Ancient Greek
190.1
Hippiatrica, Hippiatrica Berolinensia 190.1
Unproofread scanNot analysed yet
προπότισμα εἰς τὸ αὐτό. 30 Ἀκόρου ὀβολοὺς τρεῖς, σπέρματος σταφυλίνου |ὀξύβαφον μετὰ οἶνον γλυκέος κοτυλῶν βʹ λειώσας, διὰ τοῦ μυκτήρος ἔμβαλε, καὶ μετὰ τοῦτο εἰς ἀπαλότερον τόπον τῇ ἐξ ἕδους προτροπῇ τὸ ζῷον ἀπουγεῖν παρασκεύαζε. τοῦτο δὲ ποιεῖ καὶ ἡ δίξα αὐτοῦ, ἥ τὸ σπέρμα λελειωμένον καὶ μετὰ οἶνον διδόμενον, ἢ σίκυς ἡμερος ὅσον ὀξύβαφον, καὶ κóρὶς ἐμβληθεῖς εἰς τὸ οὖς, τοῦ μὲν ἄρρενος εἰς τὸ ἀριστερόν, τῆς δὲ θηλείας εἰς τὸ δεξιόν. ἱᾶται δὲ καὶ ἀσφαγάγου δίξα κεκομμένη καὶ εἰς οἶνον παλαιὸν ἀποξεσθεῖσα καὶ κατὰ τῶν μυκτήρων χεομένη· ἢ ἄλευρον σίτινον μετὰ στέατος προβατείου, προσβαλὼν ὕδωρ καὶ καθεψήσας ὥσει ξεστῶν δύο πλήθος, διὰ τοῦ στόματος ἔγχει. ἢ κυμίνου σπέρματος ξέ. δʹ οἴνῳ παλαιῷ μίξας, ἐπὶ τρισὶν ἡμέραις διὰ κέρατος δίδον. ἢ καὶ πράσου χυλὸν ὡς κυάθους ξξ, καὶ ὄξους σκιλλιτικοῦ κυάθους γʹ, καὶ μέλιτος τὸ ἴσον μίξας, διὰ κέρατος ἐν στόματι δίδον, ἢ ὀποπάνακος ξέ. εʹ οἴνῳ |καὶ μέλιτι μίξας ἐπὶ ἡμέραις πέντε. τρεφέσθω δὲ κριθαῖς ἐπιπολὺ βεβρεγμέναις ἐν ὕδατι καὶ χόρτῳ κεκομμένῳ.