Ancient Greek
192.1
Hippiatrica, Hippiatrica Berolinensia 192.1
Unproofread scanNot analysed yet
2 2 ἀναφέρει δὲ οὐ ὁμοίως χειμῶνος, θερείας δὲ τις βοηθῶν τάχα ἂν ἐπιτυγχάνοι. ὡς λέγουσι, συγχρών αὐτὸν ὀείῳ στέατι, καὶ ῥητίνῃ τερεβινθίνῃ, καὶ κηρῷ καὶ πεπέρει τετριμμένω 143r ἀναμεμιγμένοις ἑλαίῳ. ἕτεροι δὲ ὀρόβους ἐφήσαντες, |τῷ ὕδατι καταντοῦσι τὴν κεφαλήν, καὶ ἀπὸ κριθῶν δὲ τὸ αὐτὸ ποιοῦσι. τινὲς δὲ γῦρον ὀρύξαντες ἐν κοπρίᾳ καταχωννύουσι τὸν τοιούτον, ἢ εἰς ἄμμον ζεστὴν τὸ αὐτὸ ποιοῦσι. καὶ τοῦτο δὲ λέγεται· πεπέρεως κόκκους δέκα, κάχρους τὸ ἴσον, νίτρου ὀλκὴν μίαν, ὀποῦ Κυρηναϊκοῦ ἠλίκον κυάμου, ταῦτα τρῖψαι καθ’ ἕν, καὶ πάλιν ἐν ταύτῳ, μίζας ἑλαίου ἡμικοτύλιον, καὶ οἴνου εὐώδους κοτύλην μίαν ἐγχυματίξειν διὰ μυχτήρων δις τῆς ἡμέρας. καὶ αἵματος δὲ βοείου προσφάτου ἐγχυματίσδον, εἰ δὲ μὴ ἢ τοῦτο, οἶον ἂν εὑρεθῇ. ἢ λιβανωτοῦ ὀλκὰς τρεῖς, ἅλός τὸ ἴσον οἴνῳ διεῖς ἔχει. παλαιοῦμενον δὲ τοῦτο βέλτιον τὸ φάρμακον. καὶ ὑγραίνειν δὲ αὐτὸν λέγουσιν, οἴνῳ καὶ ἑλαίῳ καὶ νίτρῳ συγχρώντας καὶ τρίψει ἐπὶ πλεῖον χρήσθαι, τὰ τε πιναρὰ κώδια τούτῳ καταραβίνοντας ἐπίδεσμεῖν, καὶ εἰς τὸν ποτὸν οἶνον μίσχοντας καὶ νίτρον διδόναι. ταῦτα μὲν 143v ἐκείνοις |εἴρηται μεγάλοις ἀνδράσιν.