Ancient Greek
195.2
Hippiatrica, Hippiatrica Berolinensia 195.2
Unproofread scanNot analysed yet
Ἱεροκλέους εἰς τὸ αὐτό. 6 Ὀπισθοτονικὸς ἤτοι τετανικὸς ἐστιν, ὅταν ἔχῃ τὸν τράχηλον ἀποτεταμένον, τὴν κεφαλὴν καὶ τὰ ὦτα ὀρθά, ὀφθαλμοὺς ὑποδεδυκότας, αἱ τε παραγναθίδες αἱ παρὰ τοὺς μυχτήρας ἐπισπῶνται εἰς τοὔπισω, καὶ τὰ χελώνια πεπίασται καὶ τὸ στόμα, καὶ ἡ γλῶσσα ἕχεται, καὶ οὔτε ἐσθίειν οὔτε πίνειν δύναται. ὁμοίως ἐστιν αὐτοῦ καὶ ἡ ῥάχις τεταμένη καὶ σκληρά, ἐπιστρέφεσθαι τε οὐκ ἔστιν οἷός τε, καὶ περιπατῶν τοῖς ὀπισθίοις σκέλεσιν ὑπερβαίνειν ἀδυνατεῖ, ἀλλὰ καὶ ἀποτεταμένας ὑποσῦρει τὰς ὄπλάς, οὔδὲ τοὺς ἐμπροσθίους μέντοι κάμπτει, καὶ πάντοθεν δὲ συντέταται εἰς τοὔπισω, καὶ οὐ τινάσσει ἑαυτόν, εἰ μὴ μόγις. συμβαίνει δὲ τοῦτο, τῶν νεύρων ἀποτεταμένων· συμπάσχει δὲ καὶ ἡ κύστις, ὥστε μετὰ βίας τὰ οὖρα ἐκκρίνεσθαι. πεσὼν δὲ τοῖς ὀπισθίοις ἐγείρεσθαι οὐ δύναται, ἀλλ' ἀνακάθίζει ὡς κύων. τῷ μὲν οὖν χειμῶνι χαλεπὸν ἀπὸ τοῦ πάθους τούτου διασωθῆναι, τῷ δὲ θέρει καὶ σῶσις ἄν, συγχρίσας αὐτὸν ὄλειω στέατι, καὶ ὠτίνῃ [καὶ] τερεβινθίνῃ καὶ πεπέρει τετριμμένοις, ἄνεὶς αὐτὰ ἐλαίῳ. ἔνιοι δὲ ὀρόβους ἐψησάντες καταντλοῦσι τῷ ὕδατι τὴν κεφαλήν.