Ancient Greek
199.1
Hippiatrica, Hippiatrica Berolinensia 199.1
Unproofread scanNot analysed yet
γειν οὐκ ἠδύνατο οὐδὲ κινῆσαι τὰς σιαγόνας, ἄρτους καθαροὺς ἐμβρέξας εἰς αὐτὸν ἀνακειμένῳ ἐνεχυμάτισα τρίτον. 14 ἦν δὲ καὶ ἄκοπον σκευάσας ἐμαυτῷ διὰ τούτους τοὺς χειμῶνας ἀπὸ τῶν ἀπλῶν φαρμάκων, ὅπερ ἀναλύσας ἐλαίῳ Κυπρίνῳ, ἔχρισα τὸν ἵππον. ἱδροῦν τε εὐθὺς ἥρξατο καὶ κινεῖσθαι καὶ ἐσθίειν. οὐ δὴ καὶ τὴν δύναμιν καὶ τὴν συσταθμίαν ἐκθήσομαι. ἐν δὲ τούτῳ θεραπεύσεις μὲν πάντα τέττανον 149r ἵππων καὶ τῶν ἄλλων ὑποζυγίων, πάντα δὲ κρουμὸν καὶ τοὺς κατεψυγμένους ἴασῃ, καὶ ἠμιήρους γεγονότας ἀποκαταστήσεις εἰς τὸ κατὰ φύσιν. καὶ ὅλως τούτου θερμότερον οὐδὲν οὐδενὶ οὔδὲ ἰατρῷ οὔδὲ ἱπποϊατρῷ ἀνεγράφη φάρμακον οὔδὲ ἀναγραφήσεται. ἔστι δὲ τοῦτο· εὐφορβίου γο β', καστορίου γο δ', ἀδάκῃς γο εξ, βδέλλιον γο τρεῖς, πεπέρεως λίτραν α', ἀλώπεκος στέατος γο β', ὀποπάναχος γο δ', ὀποῦ λασάρον γο γ', ἁμμωνιακοῦ θυμιάματος γο εξ, <στέατος παλαιοῦ χοιρείου ρα'>, κόπρον περιστερᾶς γο εξ, χαλβάνης γο β', νίτρου γο ε', ἀφρονίτρου γο γ', λαδάνου λίτραν α', πυρέθρου <γο α'>, δαφνίδων γο γ', καρδαμώμου γο η', πηγάνου σπέρματος γο εξ, ἄργου σπέρματος γο δ', πετροσελίνου γο β', ἱρεως ξηρᾶς γο ε', ὕσσωπου γο γ', καρποβαλσάμου γο γ', ὀποβαλσάμου λίτραν α', ἐλαίου ἰρίνου ξε'. α', ἐλαίου νάρδου ξε'. β', |ἐλαίου δαφνίνου ξε'. α', 149v ἐλαίου Κυπρίνου ξε'. γ', ἐλαίου σφόδρα παλαιοῦ ξε'. δ', πισσοκάπνου ξε'. α', ὠτίνης τερεβινθίνης λίτραν α'. τὰ τηχτὰ πάντα τήσας χωρὶς, εἶτα ὁμοῦ βαλὼν μετὰ τῶν λοιπῶν καὶ