Ancient Greek
200.1 to 200.4
Hippiatrica, Hippiatrica Berolinensia 200.1-4
Unproofread scanNot analysed yet
ξέσας συμμετρόως, διηθήσας εἰς ἄγγειον, χρῷ τῷ φαρμάκῳ δι’ οἴνου, <πᾶν ἄλλο γένηται πρὸς νευρικὴν ψύξιν καὶ νευροπάθειαν. ὅσῳ δὲ χρόνιον γίνεται, μᾶλλον ἰσχύει. >εἰ δὲ τῷ χρόνῳ σκληρὸν γένηται, ἑλαίῳ Κυπρίῳ λύσον γλοιοῦ πάχος, καὶ χρῷ. καθαίρει δὲ τοῦτο καὶ κεφαλὴν <ἔνρινον ὑπερόνῳ> διὰ μυκτήρων διδόμενον. Ἱπποκράτους εἰς τὸ αὐτό. 15 Κασίας ὀλκὰς γ’, σμύρνης τρωγλητίδος ὀλκὰς β’, τραγακάνθης ὀλκὴν μίαν, ταῦτα λειοτριβήσας, βάλε εἰς ἐκάστην πόσιν ὀλκὰς γ’ καὶ ὤσῶν τὰ λευκὰ καὶ ἑλαίου κοτύλην μίαν καὶ οἴνου παλαίου τὸ ἴσον, μέλιτος κοτύλας β’ καὶ ἐγχυμάτιζε ἐπὶ ἡμέραις τρισί. πρὸ τοῦ δὲ τροφὴν λαβεῖν, δίδου ὀρόβιον πεφρυγμένων κοτύλην μίαν |ἢ ἐρεμιοῦ ὁμοίως. ἄλλο. 16 Ἐὰν ὑπὸ ὀπισθοτόνου ἐνοχληθῇ ἵππος, ἀνακάθηται ὥσπερ κύων, καὶ ἀκολουθεῖ τὰ ὀπίσθια τοῖς ἐμπροσθίοις. τοῦτον οὖν φλεβτομέει ἐκ τῶν βουβώνων, καὶ πυρία ὕδατι θερμῷ, εἶτα καταμίζας σύγχοις οἰνελαιῷ καὶ δαφνίσιν. ἐπικείσθω δὲ ἐπὶ τῆς κεφαλῆς νάκος ἢ τῶν ψυῶν τῆς αὐτῆς ἐμβροχῆς. ἐγχυμάτιζε δὲ βαλὼν σμύρνης γο γ’, κρόκου ὀλκὴν μίαν, ἑλαίου κοτύλας δ’, οἶνον ξε’. α’.