Ancient Greek
202.27
Hippiatrica, Hippiatrica Berolinensia 202.27
Unproofread scanNot analysed yet
ἑαυτὸν ἐφέλκεται. οὕτως δυσχερῶς ἀπονεῖ, καὶ κυλισθεῖς, μίαν ποιῆσαι. διελθόντων δὲ ἡμῶν πᾶσαν τὴν Νορικὸν καὶ λοιπὸν ἐπὶ τὰς Ἄλπεῖς ἐπιβάντων τὰς Ἰουλίας καλουμένας,> χιὼν ἐξαίφνης κατερράγη πολλὴ περὶ πρώτην ὥραν, <ἀναβαινόντων τὰς Ἄλπεῖς. τότε> καὶ οἱ στρατιῶται ἐπὶ τοῖς ἵπποις παγέντες ἀπόλλυντο, καὶ ἔμενον ἐπὶ τῶν ἵππων συντεταμένοι. σημεῖον δὲ ἦν τοῦ τεθνηκέναι αὐτούς· σπωμένων γὰρ τῶν χειλῶν, οἱ ὀδόντες ἐφαίνοντο, καὶ συνέβαινεν τὸν ἵππον ἐπὶ ζῆν. ἔφερον δὲ τὸν νέκυν τοῦ στρατιώτου καὶ εἵπετο, ὁ δὲ νέκὺς κατεῖχεν καὶ τὸ ὅπλον καὶ τὴν ἡμίαν, καὶ τεταμένος ἔμενεν, τρόπον τινὰ συμπεφυκὼς τῷ ἵππῳ, ὡς ἐγγον εἶναι τοῖς ζῴοις καθελεῖν αὐτόν. εἰ δὲ καὶ ὁ ἵππος συντεθνήηκοι, παγεῖς εἱστήκει καὶ ἀπέμενεν. ταῦτα μὲν ἐπαθον καὶ ἄνδρες καὶ ἵπποι <καὶ ἡμίονοι. 13 μόνοι δέ, ὅσοι πρὸ βασιλέως εἰς τὰς πόλεις προεπέμποντο ἡμεροδρόμοι, οὔτε αὐτοὶ ἀπέθανον οὔτε οἱ ἵπποι αὐτῶν. φανερὰ δὲ ἦν ἡ αἰτία· ἡ γὰρ συνεχὴς κίνησις ἐθάλπε τὸ ψυχρόν καὶ ἐξωπολεῖ. >ἵππος οὖν τότε ἐμὸς τῶν σπουδαίων, ἐφ’ ᾧ νεανίσκος ἐκάθητο, ἐλήφθη τῷ τετάνῳ. καὶ σφόδρα με τὸ πρᾶγμα ἐλύπει, οὐδὲν γὰρ ἵππον καλοῦ καὶ γοργοῦ |προηκίτεον. ἦν δὲ ὁ ἵππος Γαλλικὸς ἐτῶν ὀκτῶ, τῷ δρόμῳ ἀκατάσχετος <περὶ τοὺς ἐλάφους>. σφόδρα οὖν ἐμέλησέ μοι σῶσαι τὸν ἵππον. καὶ ἐπειδή κατελθόντες ἐμεῖναμεν εἰς πόλιν <ἡμῶν πρώτην, εὐθὺς μὲν> ξύλα δαφιλῆ ,ἦν γὰρ βέλτιστος ὁ ξένος μου, <ὃς παρέσχεν ἄκαπνα>, ἕστησα αὐτὸν ἐν στάβλῳ μικρῷ καὶ ἐν κύκλῳ ξύλα αὐτοῦ παρέκανσα [ἄκαπνα] νεκρῷ σχεδὸν ὄντι. περὶ ὥραν οὖν ἐλεκτρονόμος ἠρξάτο κινεῖσθαι. ἔχων δὲ ἐν τῷ βουτιῶ ἐντρυγον κονδῖτον, καὶ ἐπειδή τρώ-