Ancient Greek
205.3
Hippiatrica, Hippiatrica Berolinensia 205.3
Unproofread scanNot analysed yet
26 Ἐὰν ἐν τοῖς ὀπισθίοις μέρεσι γένηται, σημεῖα ἔσται ταῦτα· τὰ σκέλη συμπλέκει, τοὺς ὦμους καὶ τὸν σπόνδυλον ἕως τῆς κεφαλῆς ψυχρὸν ἔχει, ὀφθαλμοὺς δακρυώδεις, τὴν οὐρὰν ψυχράν. βοηθήμασι δὲ τούτοις χρηστέον· τὸν σπόνδυλον καὶ τὰς ψύας ἐπικαῖε ἄχρι τῶν σκελῶν, μετὰ ταῦτα εἰς θερμοτάτην ἐπποστασίαν ἐγκλεῖε, καὶ ἄνθρακας ζῶντας ἀκάπνους ἐκείσε ἀπόθου πρὸς τὸ πλεῖονα θέρμην ἐγγενέσθαι τῷ τόπῳ. εἶτα ἐν αὐτῷ τῷ οἴκῳματι ἐλαίῳ καὶ ἄλατι ἀπόχουε ἐπὶ ἡμέρας ἑπτά. ἡνίκα δὲ τὰ κεκαυμένα τῶν τραυμάτων ἐκπέση, ἀπόπλυνον οὐρῷ ἀνθρωπίνῳ, καὶ χλιαρῷ ὕδατι κατάντει, καὶ ἀντὶ τροφῆς φύλλα συκῆς ἡμέρου παραβάλλε μετὰ κριθῶν πολλῶν καὶ σίτου ἐν ὕδατι ἀποβεβραγμένου. τὸ δὲ πῶμα ἔστω χλιαρώτερον.