Ancient Greek
208.3
Hippiatrica, Hippiatrica Berolinensia 208.3
Unproofread scanNot analysed yet
αφδ' 6 Τοῦ διάφοριαν νοσοῦντος ἵππου ἡ κοιλία καταφέρει, καὶ ἰδρώς αὐτῷ ἐπιγίνεται, καὶ δυσπνοεῖ. θεραπεύεται δὲ οὕτως· μύρων τῶν μελάνων ὅσον χοίνιχος μέρος τέταρτον τρίψας λίαν, ἐπιβαλὼν ἄνδράχνης τῆς κηπίας ὅσον κοτύλας β', καὶ οἶνον γλυκέος τὸ ἴσον, τούτοις διεῖς τὰ μύρτα, ἔγχει διὰ τοῦ στόματος. καὶ ἐὰν μὴ βούληται πιεῖν, διὰ ἀμύλου δίδου, καὶ τὰς κριθὰς δὲ πεφρυγμένας παράβαλλε.