Ancient Greek
211.2
Hippiatrica, Hippiatrica Berolinensia 211.2
Unproofread scanNot analysed yet
κεφάλαιον λζ' περὶ χορδαψοῦ. Ἀψύρτου. 1 Ἀψυρτος Ἀσκληπιάδη <Μειδίου Κλαζομενίῳ> φίλῳ χαίρειν. ἱππροφούντὰ σε βούλομαι εἰδέναι πρὸς τοὺς ἀναφέροντας τροφὴν διὰ στόματος καὶ μυκτήρων, γεγομένου δὲ τοῦ πάθους χορδαψοῦ, τίσι δεῖ βοηθήμασι χρήσθαι· καθέντα τὴν χεῖρα ἐκρίψαι τὰ ἀπεσφηνωκότα τοὺς πόρους, καὶ ἐγκλύζειν διὰ μυκτήρος ὕδατι καὶ νίτρῳ, ἢ τεύτλου ἀφεψήματι μετὰ νίτρου καὶ ἑλαίου. καὶ λούειν αὐτὸν θερμῷ ὕδατι κατὰ νώτου καὶ τῶν ἰσχίων, εἰς ψυχρὸν δὲ μὴ ἐμβαίνειν. φαγεῖν δὲ διδόναι χόρτον χλωρὸν ἢ κριθὰς ἐφρύοντα καὶ ἄλευρα κριθίνᾳ ἢ ὀλύρας ἀληθεσμένας καταφραίνοντα τῷ νίτρῳ.