Ancient Greek
213.1
Hippiatrica, Hippiatrica Berolinensia 213.1
Unproofread scanNot analysed yet
τὸ πλεῖον ἐν τῷ ἡλίῳ, ἐσκεπασμένος σιύραις ἐξ ἐρίου, αἱ ἰδρώτα κινοῦσι, τρῖψαι δὲ χρῆσθαι δι’ ὅλου τοῦ σώματος <κατὰ τρίχα>. καὶ τροφὴν διδόναι φαφανίδας καὶ τὰ φύλλα αὐτῶν καὶ σέλινον, καὶ ὅσα καθαρητικὰ εἰσι διουρητικὰ, καὶ χόρτον χλωρόν, ἐὰν ἢ καιρός, εἰ δ’ οὐχί, ξηρόν, καταρραίνοντα νίτρῳ. ἔστω δὲ μάλιστα ἡ τροφὴ μηδική, ἢ ἐρεβίνθους τοὺς λεπτοὺς βεβρεγμένους ἐν ὕδατι νύκτα καὶ ἡμέραν καὶ ἐστραγγισμένους παραβάλλειν. μὴ ἐνδιδόντος δὲ τοῦ πάθους, παρακεντεῖν τε ἀπὸ τοῦ ὀμφαλοῦ ἢ τῆς κεντρίδος λεγομένης ἀπὸ δακτύλων τριῶν τοῦ πρὸς τὴν χώραν μέρους, καὶ ἐντιθέναι καλάμισχον, δι’ οὗ ῥύσις γίνεται τοῦ ὑγροῦ. ὅταν δὲ ἀπορρύῃ, ἀγκτηριάζεσθαι καὶ θεραπεύεσθαι ὡς τραῦμα. ἔστω δὲ ἡ διαῤῥεὺς μὴ μεγάλη, ἵνα μὴ ὁ ἐπίπλους -ακολουθήσῃ. γενομένου δὲ ὀγίου τοῦ τραύματος, ποιεῖν αὐτὸν μᾶλλον τρέχειν, ἵν’ ἐπὶ τὸ πλεῖον ἰδρώτες γένωνται. ἐμποδίζειν δὲ αὐτὸν πίνοντα ἐπὶ πλεῖον, ἵνα μὴ οἱ κενεῶνες πληρωθῶσι.