Ancient Greek
214.2
Hippiatrica, Hippiatrica Berolinensia 214.2
Unproofread scanNot analysed yet
4 θεραπευέσθω δὲ οὕτως· περιπατεῖτω ἐν ἡλίῳ ἐκ προσαγωγῆς, ἐσκεπασμένος παχεῖ περιβολαίῳ, καὶ τριβέσθω τὸ σῶμα πᾶν κατὰ τρίχα, ἐσθιέτω δὲ ζαφανίδας καὶ τὰ φύλλα αὐτῶν καὶ σέλινα καὶ πτελέας φύλλα, καὶ ὅσα καθαρκτικὰ εἰσι καὶ διουρητικά, χόρτον τε χλωρόν, εἰ δ’ οὐκ ἔστι, τὸν ξηρὸν καταρραγθέντα νίτρῳ ἐσθιέτω, μάλιστα δὲ μηδικήν, ἢ ἐρεβίνθους τοὺς μικρούς, βραχέντας ἐπὶ ἡμέραν καὶ νύκτα παραβάλλειν ἐστραγγισμένου τοῦ ὕδατος. εἰ δὲ μὴ ἐνδῷ τὸ πάθος, παρακέντει αὐτὸν παρὰ τὸν ὀμφαλὸν ἀπὸ δακτύλων τεσσάρων τῷ πρὸς τὴν οὐρὰν μέρει, καὶ ἐντίθει καλάμισχον, τρήσεις ἐκ πλαγίου ἔχοντα, χαλκοῦν, δι’ οὗ ῥύσις γίνεται τοῦ ὑγροῦ. ὅταν δὲ ἀπορρυῇ, ἀγκτηριαζέσθω καὶ θεραπευέσθω ὡς τραῦμα. ἔστω δὲ ἡ διαίρεσις μὴ μεγάλη, ἵνα μὴ ὁ ἐπίπλους συνεξακολουθήσῃ. τοῦ δὲ δέρματος ἀπουλωθέντος, ποιεῖ αὐτὸν μᾶλ- 165 λον τρέχειν, ἵνα |ἐπὶ πλέον ἰδρώτες γίγνονται, ἐμπόδιζε τε πίνοντα, ἵνα μὴ ἀθρόον οἱ πνεῦμονες πληρῶνται.