Ancient Greek
216.1
Hippiatrica, Hippiatrica Berolinensia 216.1
Unproofread scanNot analysed yet
κῶν ἢ πνεύματος ὀχλῆσιν ἔχειν ὑπολαμβάνουσιν. καὶ γὰρ ἐπὶ τῶν σπληνικῶν τὴν τῆς γαστρὸς οἴδησιν φυσικὴν ὑποτοπάζουσιν αὔξησιν. τῶν δὲ ὑδεριῶντων σημεῖά ἐστι τάδε· ἡ γαστὴρ μετὰ σκληρίας φλεγμαίνει, τὰ σκέλη ὀδηκότα φαίνεται, ὁ τοιοῦτος ἐλαυνόμενος περικάμπτειν οὐ δύναται, ἀλλὰ θερμαινόμενος στενοχωρεῖται περὶ τὸ πνεῦμα, καὶ περιπατεῖ δυσχερέστερον. ὁ δὲ σπληνικὸς ἀνεπαίσθητως τὴν κοιλίαν αὐξανομένην ἔχει, καὶ γυμναζόμενος πταίει τε συνεχῶς, καὶ τὴν κεφαλὴν ὑπὸ τῶν πόνων ὧδε κἄκει μεταφέρει. ἐπὶ δὲ τῶν τυμπανικῶν ἄλλα σημεῖά ἐστιν· ἡ μὲν κοιλία αὔξεται, ἡ δὲ χαίτη καὶ ὁ σπόνδυλος ὀρθοῦνται, καὶ ὡς ἐπὶ τὸ πλεῖστον ἐν τῇ διαστάσει καὶ φλεγμονῇ τῶν ἐντέρων τῇ τῶν ἀφροδεμάτων παρόδῳ διασπάται.