Ancient Greek
219.3
Hippiatrica, Hippiatrica Berolinensia 219.3
Unproofread scanNot analysed yet
2 Δυσεντεριῶντος δὲ ἵππου ἐκτροπὴ γίνεται τῆς ἕδρας καὶ πρόπτωσις. ἣν δεῖ θεραπεύειν, ὡς φησιν Ἀψυρτος, περιτέμνοντα τὸ ἔξωθεν καὶ οἰόνει περιττόν, καὶ προσέχοντα, μὴ τοῦ σφιγκτήρος περιτέμῃ τι. οὐκέτι γὰρ δύναται εἰς τὸ ἐντὸς ἐπιστρέφειν ἡ ἕδρα, ἀλλὰ μένει ἀνεοργυῖα, καὶ ἀπὸ τούτου θνήσκει. μετὰ δὲ τὸ χειρουργηθῆναι αὐτόν, χρή σιδίους ἀρηψμένους ἐν ὀξυκράτῳ διὰ στόματος ἐγχυματίζειν, ἢ κηκίδας κόψαντα καὶ σήσαντα καὶ φυράσαντα ὀξυκράτῳ, καὶ μάζαν ποιήσαντα διὰ στόματος καθεῖναι, καὶ παραβάλλειν κιττοῦ πέταλα μίζγοντα ταῖς κριδαῖς. ἔστω δὲ λεπτὰ διηρημένα μαχαίρῃ ἢ τοιούτῳ τινί. δεῖ δὲ εἰδέναι, ὅτι ἥττον τοῦτο ἵππῳ συμβαίνει, μάλιστα δὲ ὄνῳ καὶ ἡμίῳφ.