Ancient Greek
22.1
Hippiatrica, Hippiatrica Berolinensia 22.1
Unproofread scanNot analysed yet
19 τῶν γε μὴν ἀπὸ κόπου σημεῖα φερόντων μὴ δεῖν αἷμα ἀφαιρεῖν ἀρέσκει, ἵνα μὴ ἡ δύναμις αὐτῶν προσκαθαίρηται. τὸν δὲ πυρεταίνοντα φλεβοτομεῖν ἀναγκαῖον, ἀφ’ ὧν εἵρρηκα μερῶν, διὰ τὸ [μὴ] τὴν κεφαλὴν βαρύνεσθαι αὐτοῦ μάλιστα καὶ εὐάλωτον εἶναι. οἱ μέντοι ἀπὸ τῆς τοῦ ὠτὸς ἀφῆς καὶ τῆς πλεύρας τῆς πρὸς τὴν ἀκρωμίαν νομίζοντες δύνασθαι σημειοῦσθαι τὸν πυρεταίνοντα δοκοῦσί μοι τῆς ἀληθοῦς μὴ τυγχάνειν καταλήψεως.