Ancient Greek
220.31
Hippiatrica, Hippiatrica Berolinensia 220.31
Unproofread scanNot analysed yet
στυπτηρίαν ποτίζοντα βάλλειν εἰς τὸν ποτόν 16 καὶ καλεῖν 17 γὰρ B: δὲ M |an θυρσοειδοῦς? σχάζειν τὰς ἐν τῷ στήθει παρὰ τοὺς ὦμους καὶ τὰς ἐν τοῖς βραχίοσιν. τὰς δὲ ἐν τῷ αὐχένι οὐ δεῖ σχάζειν, διὰ τὸ εἶναι σφαγίτιδας καὶ καρωτίδας καὶ τὸν νωτιαῖον μυελὸν ἀπὸ τούτων τρέφεσθαι. 9 ἔνιοι δὲ συνέταξαν μὴ ποτίζειν αὐτόν, ἀλλὰ κλύζειν οὕτως· πίτυρα πύρινα καὶ νίτρου τὸ ὀγδοον μέρος καὶ ἐλαίου ἡμικοτύλιον μίξαντα καὶ ὕδωρ, ὡς γενέσθαι δύο χοάς, ἔγχειν διὰ τῆς ἕδρας καὶ ποιεῖν περιπατεῖν. πειράσθαι δὲ καὶ τῇ χειρὶ ἁλημμένῃ ἐλαίῳ τὰ κόπρια ἐκκνεοῦν, εἶτα ἠπειγμένως τρέχειν πρὸς ἀνάβασιν ποιεῖν. καὶ γὰρ τοῦτο πρὸς τὴν ἴασιν συντελέσει αὐτοῖς.