Ancient Greek
223.2
Hippiatrica, Hippiatrica Berolinensia 223.2
Unproofread scanNot analysed yet
Ἱεροκλέους εἰς τὸ αὐτό. 2 Γίνονται τερηδόνες καλούμεναι ἐν τοῖς ἐντέροις καὶ τῇ κοιλίᾳ εἰσὶ δὲ σκώληκες, οἱ σὺν τῇ κόπρῳ ἀποπατούμενοι ἐμπλέκονται κατὰ τὴν ἐκστρεφὴν τῆς ἕδρας. σημεῖα δὲ τούτῳ τὸ προστριβεῖν τὴν ἕδραν καὶ τὴν κέρκον πρὸς τὴν φάτνην καὶ τοὺς τοίχους. βοηθεῖσθω οὖν, καθιέντος τὴν χεῖρά τινος καὶ ἐξαιροῦντος καὶ κονίαν τὴν ἀπὸ τῆς ἐστίας ἐμπάσσοντος ἢ ἅλας λεπτόν.