Ancient Greek
224.6
Hippiatrica, Hippiatrica Berolinensia 224.6
Unproofread scanNot analysed yet
κεφάλαιον μβʹ περὶ αἵματος διὰ τῆς ἕδρας ἐκφερομένου. Ἀψύρτου. Ἀψυρτος Στατιλίῳ Στεφάνῳ ἰατρῷ χαίρειν. ἔγραψάς μοι ἐπερωτῶν, πῶς δεῖ βοηθεῖσθαι τῶν ἵππων τοὺς αἷμα ἀποκρίνοντας διὰ τῆς ἕδρας καὶ τῆς οὐρήσεως. θεραπεύονται δὲ οὕτοι αἵματος ἀφαιρέσει ἐκ τῆς ὑπερῆας, καὶ ἐγχυματισμῷ διὰ τοῦ στόματος ἀσφοδέλου ὄζην τετριμμένη μετὰ οἴνου γλυκέος λευκοῦ κοτύλαις δυσί· ἵνα δὲ ἡ ὑφὸν τὸ ἔγχυμα. μετὰ δὲ τοῦτο ἄλευρα πύρινα καθαρά μετὰ στέατος ὑέλου καὶ ῥόας ἐν ὕδατι πολὺν χρόνον ἐψησάτας, μὴ παχὺ τὸ ἔψημα, ὥσαύτως εἰς τὸ στόμα ἔγχειν. περιπάτοις δὲ συντόνοις καὶ