Ancient Greek
226.1
Hippiatrica, Hippiatrica Berolinensia 226.1
Unproofread scanNot analysed yet
Πελαγωνίου πρὸς τοὺς αἷμα ἀπουροῦντας ἢ διὰ μυκτηρῶν ἀνάγοντας ἢ ἐμοῦντας ἢ ἀπὸ φλεβοτομίας ἐξαιμοὺς γινομένους. 175 4 Πελαγώνιος Ἀρζυρίῳ ἰδίῳ χαίρειν. πολλάκις |καὶ ὕμαινοντας ἵππους πλήθος αἵματος βλάπτει. δῆλον γὰρ ὡς ὁ τούτου πλεονασμὸς δι' οὐδὲν ποιοῦν ἀπορρήγνυται τόπου· ὥστε ἵνα μὴ τοῖς ἵπποις ἐπισυμβαίνῃ, παραφυλάξομεν. πολλάκις δὲ καὶ ταλαιπωροτέρου ἵππου τὸ οὖρον αἷμα εὑρίσκεται· ἀλλὰ τοῦτο τοῖς ἀσθενεστέροις ἢ καὶ ἐκ μακρᾶς ὁδοῦ ἢ ἐκ πολλοῦ βάρους ἐπιγίνεται ἢ ἐκ πολλῆς πιμελῆς· χρή οὖν θεραπεύειν οὕτως· αἷμα ἐκ τῆς γαστρὸς λάμβανε, καὶ προπότισε γάλακτι αἰγείῳ, καὶ ἀμύλῳ, καὶ τρισὶν ᾠοῖς, καὶ χυλῷ βοτάνης περδικίου. τοῦτο δὲ ποιεῖ ἐπὶ τῶν ἄγαν λιπαρῶν. τοὺς δὲ λεπτοὺς δίχα τῆς ἀφαιμάξεως περιόδευε. οὐ γὰρ συμβάλλεται αὐτοῖς ἢ τοῦ αἵματος ἀφαίρεσις.