Ancient Greek
229.2
Hippiatrica, Hippiatrica Berolinensia 229.2
Unproofread scanNot analysed yet
r κεφάλαιον μδʹ περὶ αἱμορροΐας. Ἁψύρτου. 1 1 Ἁψυρτος Ἀρουντίῳ Κορινθίῳ χαίρειν. ἔγραψάς μοι ἐπερωτῶν, πόθεν συμβαίνει τοῖς ἵπποις καὶ ὑποζυγίοις αἱμορροεῖν ἐκ τοῦ νότου. συμβαίνει δέ, ὅταν ἐνστῇ ὁ καιρὸς ἀπὸ τῶν ξηρῶν πρὸς τὰ χλωρὰ κατὰ τὴν ἑαρινὴν ὥραν, χωρὶς γίνεσθαι τὸν ἰχώρα τοῦ αἵματος, καὶ ὑποτρέχειν ὑπὸ τὴν βύρσαν τοῦ νότου, καὶ τὴν ἔξοδον ποιεῖσθαι διὰ τῆς ἐπιφανείας κατὰ τρίχα, ὃ λέγουσιν αἱμορροΐδα. τοῦτον δὲ ἐπιγενομένου, καθαίρεται τὸ κτῆνος καὶ εὐώστον ὑπάρχει. διὸ οὐ δεῖ φλεβοτομεῖν τὸν τοιοῦτον ἐξ οὐδενὸς τῶν τόπων· μετάγεται γὰρ πάλιν ἀπὸ τῆς ἔξοδον εἰς τὰς φλέβας, καὶ νοσοποιεῖ. δεῖ οὖν τῇ τροφῇ πιαίνειν αὐτὸν καὶ μάλιστα τῇ χλόῃ. δοκεῖ γὰρ τότε μᾶλλον ἐπὶ πλέον τὴν ὁψὺν ποιεῖσθαι καὶ τὴν ἔκκρισιν. ἔστιν δὲ τούτῳ ἐν τῇ κυβερνήσει ἡ τρύψις ἀσύμφορος, διὰ τὸ στεγανοῦσθαι τοὺς πόρους. ἐὰν γὰρ ποτε γενομένης τῆς ἀναχύσεως ἔξοδος μὴ ἐπακολουθήσῃ, ὡς προγέγραπται, ψωρίασις γίνεται.