Ancient Greek
235.2
Hippiatrica, Hippiatrica Berolinensia 235.2
Unproofread scanNot analysed yet
ἄλλο εἰς τὸ αὐτὸ Ἱεροκλέους. 184 3 Κενόπνοις συμβαίνει, ὅταν ἡ κατακροτούμενος ὑπὸ ξηρᾶς τροφῆς, ἥτις αὐτὸν καταβλάπτει καὶ δύσπνοιαν ποιεῖ, καὶ πίπρησι τὰς λαγόνας μάλιστα, καὶ ἡ γαστὴρ ἐπέχεται σκληρότερα οὖσα, ἀποτατεῖ τε μικρὰ τῆς ἕδρας ὑποφρωσμένης. ἔνιοι δὲ προσηγόρευσαν τὸ πάθος πνεῦμα ἐν κιθάρα. προσήκει τοίνυν σικύου ἀγρίου τὴν ῥίζαν κόψαντα, τὸν χυλὸν ποιήσαι εἰς κοτύλας τρεῖς, καὶ οἶνον εὐώδους τὸ ἴσον, καὶ ἐλαίου κοτύλην, καὶ νίτρου δραχμὰς ὀκτὼ· ταῦτα μίξαντα καὶ ἀναλαβόντα κλύζειν. 4 Ἀψυρτος δὲ ἐκεῖνα δοκιμάζει· χόρρον περιστροφῶν ἢ τῶν κατοικιδίων ὀρνίθων χειρὸς πλήρωμα οἴνῳ διέντα καὶ νίτρῳ κλύζειν, φαίνειν τε ἕσθ᾽ ὅτε νίτρῳ τὴν τροφὴν καὶ εἰς τὸν ποτὸν βάλλειν. περιπατεῖτω δὲ ὀλίγα, καὶ τρώφει ἕστω δι᾽ ἐλαίου καὶ οἴνου κατὰ τρίχα. εἰ δὲ δεῖ, |καὶ φλέβα διελείν. 184 διαφήσεις δέ, ὡς φησιν Ἀψυρτος, ἀπὸ τῆς ἐκφύσεως τῆς οὐρᾶς, ἀπεχέτω δὲ τῆς ἕδρας δακτύλους δ᾽. ἔστι δὲ καὶ ἄλλη ἀπλουστέρα ἐμπνευματώσις, ὅταν ἀναπτύσση μὲν τοὺς μυκτήρας, ἐν δὲ τῷ ἀναπνεῖν συμπίπτει τῇ κοιλίᾳ καὶ ταῖς πλευραῖς. τούτους ἀπεῖργειν δεῖ τοῦ πολλοῦ ποτοῦ, χλωρὸν αὐτοῖς χόρτον παραβάλλοντας.