Ancient Greek
238.1
Hippiatrica, Hippiatrica Berolinensia 238.1
Unproofread scanNot analysed yet
κατακλίναντες καὶ τῶν σκελῶν ἀνακρεμάσαντες, ἀνατρίβουσι κηρῷ μετὰ στέατος αἰγείου, καὶ νίτρου λεπτοῦ καὶ καταντλοῦσιν ὕδατι πολλῷ ψυχρῷ· κάλλιον δέ, ἐὰν ἢ θαλάσσιον· εἰ δὲ μή, ἅλός τῷ ὕδατι ἐμβαλλοῦσιν. Ἄφυρτος δὲ δοκιμάζει καὶ τοῦτο· βελόνῃ λεπτῇ ἀκροθιγῶς κεντεῖν τὸ περὶ τὸν καυλὸν δέρμα, καὶ ὄξος προσοραίνειν δριμὺ τοῖς κεντήμασιν· ἀνασπάσει γὰρ οὕτως εἰς τὸ κατὰ φύσιν. τὸ αὐτὸ δὲ καὶ κυνὶδα παρατριβόμενοι ποιοῦσι, καὶ ἡ ἕδρα καὶ τὸ ὑποταύριον κεντούμενα τῇ ἁφίδι |καθιστῶσιν αὐτὸ εἰς τὴν χώραν.