Ancient Greek
239.1
Hippiatrica, Hippiatrica Berolinensia 239.1
Unproofread scanNot analysed yet
μθ' περὶ ὀρχέων φλεγμονῆς καὶ οἰδήσεως. Ἀψύρτου. 1 Ἀψύρτος Μέμνονι ἱπποιατρῷ χαίρειν. ἱπποτροφούντᾳ γυναικὶ δεῖ γινώσκειν, ὅς τὰς τῶν ὀρχέων φλεγμονὰς γινομένας ἐκ τραύματος ἢ δήγματός τινος θηρίου, ἢ ὅταν χαλεπαίνωσι πρὸς ἀλλήλους, θεραπεύουσιν οὕτως· σικύου ἀγρίου ῥίζαν θλάσαντες καὶ ἐφήσαντες ἐν ὕδατι καὶ ἅλατι, πυρίῳ σπόγγῳ χρώμενοι, καὶ ψιμύθιον καὶ ἔλαιον καὶ στέαρ αἰγείου καὶ φού τὸ λευκὸν τρίψαντες, καταχρίουσι, καὶ ὑγιαίνουν. ὅταν δὲ ὄσιν ἐξ ἄλλης αἰτίας φλεγμαινόντες <καὶ μὴ τραύματος>, βοηθεῖν δεῖ οὕτως· προσαντλεῖν ὕδατι θερμῷ δις τῆς ἡμέρας, καὶ τοῦ ἄλός ἐμπάσσοντα τῷ ὕδατι καταχρίειν τῇ κιμωλίᾳ μετ' ὄξους ἢ κεραμεικῆς |γῆς ὡσαύτως ἢ ἀψινθίου χλωροῦ κεκομμένου τῷ χυλῷ ἢ τοῦ κώνειου τοῦ φνωμένου ἐν ταῖς κοπρίαις ἢ στρύχνου τῷ χυλῷ. ὁμοίως δὲ καὶ τὸ ψιμύθιον λειούμενον ἀρμόζει μετὰ τοῦ ὕδατος καταχριόμενον.