Ancient Greek
242.1
Hippiatrica, Hippiatrica Berolinensia 242.1
Unproofread scanNot analysed yet
καὶ ἐπιδεσμοῦσιν ἕως ἡμερῶν δύο, τῇ δὲ τρίτῃ λύουσι καὶ πάλιν τὸ αὐτὸ ποιοῦσι, ἐκπίεζει γὰρ τὸν ἰχώρα. τέφραν ἐκ χαλκείου τὴν ἀναπεπταμένην ἐπὶ τὴν κάμινον μέλιτι ἤψημένῃ μίγνυει, καὶ ἐπιπλάσσοντα εἰς ῥάκος ἐπιδεσμεῖν. ἢ ἄλευρον κριθίνον ἐν ὕδατι μίξαντα τὸ αὐτὸ ποιεῖν. ἢ ἐρινεὸν κόψαντα ἐπιδεσμεῖν καὶ εἰς ψυχρὸν ἐμβαίζειν. καὶ τὸ ξηρὸν δὲ μᾶλαγμα ὠφέλιμον αὐτοῖς. χρῆσθαι δὲ τούτοις, ἐφ’ ὅσον ὑγρὸς ἐστὶν ὁ ἰχώρ. 3 ὅταν δὲ παγῇ καὶ παρέλθῃ εἰς τὸ ἔντος μέρος τοῦ γόνατος, γίνεται στραγγαλία. ἣν δεῖ θεραπεύειν, ὡς προεῖρηται, τῷ ξηρῷ μαλάγματι, ἕχρις οὗ καταβῇ κάτω καὶ γένηται παρακερκίς. ἄριστον δὲ εἰς τοῦτο καὶ τὸ δι’ ἄξουγγίου μᾶλαγμα. ἔστι δὲ ῥεύματος γένος καὶ τοῦτο, ὅταν ἡ ἔχων τὰ σκέλη οἰδοῦντα καὶ μεγάλα, καὶ μάλιστα τὰ ὀπίσθια, ἃ φλεβοτομούμενα μᾶλλον ἐπιφέρει πληθύν. συμφέρει δὲ περιπάτοις καὶ δρόμοις χρῆσθαι μὴ συντόνοις, καὶ εἰς ψυχρὸν ἐμβαίζειν.