Ancient Greek
245.4
Hippiatrica, Hippiatrica Berolinensia 245.4
Unproofread scanNot analysed yet
Ἱεροκλέους εἰς τὸ αὐτό. 5 Ῥεύματά ἐστιν ἐν τοῖς ποσὶν ἐμπίπτοντα, ἃ τινες προσαγο-ρεύουσι σείρας. ἕτεροι δὲ χιράματα· σεριῶν γοῦν τὸν ἵππον φασίν, ὡς καὶ Ἀφυρτος λέγει. θεραπεύεται δὲ οὕτως· ἀφαι-ρείσθω αἷμα ἐκ τῶν ποδῶν, διαχοπομένης τῆς φλεβὸς ἐν τῷ μεσοκυνίῳ ἐκ τοῦ ἔκτος μέρους ἢ τοῦ ἐντός· ὥρα δέ, μὴ κατὰ τὴν ἐκφυσιν τῆς ὄπλης. καὶ ἀποχαρασσέσθω κάτωθεν καὶ ὑποξεύσθω. ἀποσμηχέσθω δὲ οἴνῳ, εἶτα ἀκακίας χυλὸν τρίψαντα τῆς κιρρᾶς μετὰ ὕδατος καὶ ποιήσαντα μέλιτος πά-χος, καταχρίειν. τὸ αὐτὸ δὲ καὶ μετὰ πίσης ὀχρᾶς καὶ στέα-τος ὑέλου |ποιεῖν. καὶ περιπατεῖν προάγειν αὐτόν, εἰς ὕδωρ δὲ μὴ ἐμβαίζειν.