Ancient Greek
246.1
Hippiatrica, Hippiatrica Berolinensia 246.1
Unproofread scanNot analysed yet
6 συμβαίνει μέντοι τὸ πάθος χειμῶνος, ἐν δὲ τῷ θέρει καθίσταται καὶ ὀλιούται. οὐ ῥαδίως μέντοι οἱ ὀρχτομοούμενοι γίνονται ῥευματικοὶ οὐδὲ ἐμπίπτουσιν εἰς τὸ τῆς ἁρθρίτιδος μάλως νόσημα. Ἄψυρτος δὲ πρόσκαιρα καὶ ταῦτα λέγει βοηθήματα· ἄλευρον ὀρόβινον οἴνῳ καὶ μέλιτι μίζαντα, καταπλάσσειν καὶ ἐπίδεσμεῖν. τὸ αὐτὸ δὲ καὶ ἐρεγμοῦ ἄλευρον ποιεῖ καὶ ὕειά κόπρος. (ἔστι δὲ γνῶναι τὸ ῥεῦμα, ὅταν ἔχῃ ὁ ἵππος τὰ σκέλη οἰδοῦντα καὶ μεγάλα καὶ μάλιστα τὰ ὀπίσθια, ἃ φλεβοτομούμενα μᾶλλον ἐπιφέρει πλήθος). οἴνῳ οὖν φυράσας σίδια καὶ ἐνήσας ἐν ὕδατι, κατάπλασε. ὠφελεῖ δὲ καὶ ἡ κηλὶς κοπτομένη καὶ καταπλασσομένη. εὐχρηστον δὲ καὶ τοῦτο· ἁμόργην καὶ οἶνον αὐστηρὸν ἀναξέας, ἀποπυρία. ἢ ἀσφοδέλου ῥίζαν ἐν ὕδατι ἐνήσας, τὸ αὐτὸ ποιεῖ, ἢ ἀλλ καὶ ἐλαίῳ καὶ μέλιτι τρίβε. 7 ἔστι δὲ τούτου τοῦ πάθους εἴδη τρία. ὧν ἐν μὲν τὸ προγεγραμμένον, ἕτερον δὲ εἰς ὕψος ἔχον τὴν ὀπλὴν, ἐν ᾧ δεῖ μάλιστα τὰ κάτω ἀποχαράσσειν, ἵνα μὴ ἐκτριψιν λαμβάνῃ ἢ ὀπλή. τὸ δὲ τρίτον ὅτε δή θραύεται ἢ ὀπλή. τοῦτο δὲ συμβαίνει ἐπὶ τῶν προβεβηκότων τῇ ἡλικία. ῥευματικοὶ γε μὴν καὶ οὗτοί εἰσιν, ὅσοις ἐκπίπτει τὸ σῆλον ἐκ τοῦ στόματος, ὥστε λαμβάνοντας τὰς κριδὰς ὑγραίνειν αὐτάς. ὁ συμβαίνει μάλιστα τοῖς πρεσβυτέροις συνεχεστέρος, οὗ καὶ πολυχρονιώτεροι διαμένουσι. καὶ νεωτέροις δὲ συμβαίνει, οὐχ οὕτως δὲ συνεχῶς.