Ancient Greek
251.3 to 251.7
Hippiatrica, Hippiatrica Berolinensia 251.3-7
Unproofread scanNot analysed yet
21 Εἰ δεῦμα ἐν τοῖς ποσὶ τοῦ ἵππου ἐμπέσοι, οἰδαίνει τὰ τούτου γόνατα, καὶ χολεύει. ἂν οὖν ἐν τοῖς ὀπισθίοις ἢ, καῦσον αὐτὸν καυτηρίοις στρογγύλοις ἔσωθεν ἐπὶ τῆς ἀγκύλης καύμασι πέντε, ἔξωθεν δὲ πλατέσιν ἀμφοτέρωθεν. ἂν δὲ ἐν τοῖς ἐμπροσθίοις κάτωθεν ἢ τοῦ γόνατος, καῦσας μανδακηδὸν ἐπιμελοῦ ὡς καὶ τὰ λοιπὰ καύματα. πρὸς νεύρων παχύτητα. 22 Τήλιν μετὰ σύκων Ἄφρων κεκομμένων καὶ οἶνον μέξας ρμγ´ ἀπόθου καὶ μετὰ τρεῖς ἡμέρας λύε. ἄλλο. 23 Ἐὰν φλεγμονὴ περὶ τὰ σκέλη ἢ τὰ γόνατα γένηται ἀπὸ ρμδ´ μακρᾶς ὁδοῦ ἢ δρόμου πολλοῦ, συμβάλλεται ψυχρῷ ὕδατι τὰ φλεγμαίνοντα μέρη καταντλεῖν, ἢ εἰς ποταμὸν ἢ εἰς ῥεῖθρον εἰσάγειν καὶ ἀναπατεῖν ἐκεῖσε ποιεῖν, ἔπειτα σπόγγον μετὰ λασάρον καὶ ὄξους καὶ ἰξοῦ καὶ οἴνου ἀφηρημένου καὶ ἄξουγγίου προσφέρειν.