Ancient Greek
252.1
Hippiatrica, Hippiatrica Berolinensia 252.1
Unproofread scanNot analysed yet
ἐν τοῖς ποσὶ μάλιστα τοῖς ἐμπροσθίοις κατὰ τὴν ἐκφυσιν τῆς ὀπλῆς, ἣν καλοῦσι στεφάνην, μάρμαρα οἴδησιν ἔχοντα καὶ χορδυλώματα σκληρὰ καὶ πωρούμενα. ἐν οἷς διατελοῦσιν οἱ ἵπποι χωλεύοντες, χειμῶνος μὲν διὰ τοὺς πηλοὺς, θερείας δὲ διὰ τοὺς αὐχμοὺς, καὶ ὑποτρίβουσι καὶ ἀκονῶσι τοῖς ποσὶ, καὶ θερμόπλῳσι συνεχῶς. γίνεται δὲ τοῦτο, ὅταν ἐξ ὀδοιπορίας καὶ τραχείας ὁδοῦ θερμόπλησις γένηται, οἷ τε ἰχώρες ὑποδράμωσιν εἰς τὸν σύνδεσμον τῆς χοινικίδος τῶν νεύρων. ὁμοίως τοῦτο συμβαίνει τοῖς παρασφύροις καὶ νευρικοῖς, διὰ τὸ τὰς ἐν τῷ κυνὶ φλέβας ἐμπύρους εἶναι. ἐν δὲ τοῖς τοιούτοις αἵματος ἀφαιρέσει οὐ χρήστέον ἐκ τῶν τόπων. κεντούμενοι γὰρ μᾶλλον πώρων ἐπιφέρουσι καὶ φλεγμανήν. εὐτρεπίζεται δὲ εἰς τὸ κάλλιον ἐν τῇ χρήσει ὑπάρχειν μαλάγματι τῷ εἰς τὰ στρέμματα συγκειμένῳ. μόνῳ δὲ ἡμιόνῳ τοῦτο συμβαίνει, ὃν δὲ οὐ ῥάδιον, ἵππος δὲ οὐ γίνεται μαρμαρωσδός, ἀλλὰ ποδαγρός.