Ancient Greek
255.32
Hippiatrica, Hippiatrica Berolinensia 255.32
Unproofread scanNot analysed yet
28 φύλλων Περσικῶν B |λινoυσπέρματος |ἐλελισφάκνους M, λινo- σφάκoν B |ἀνὰ om ἄλλο. 5 Τὸ στρέμμα ἤτοι χάλασμα οὕτω χρὴ καταμανθάνειν. σφίγγε ταῖς χερσὶ τὸν ὄνυχα· καὶ ἐὰν σφοδρῶς ἀλγῇ, διέστραπται τὸν ὄνυχα. τοῦτο δὲ |συνεχῶς οἱ ἐν τοῖς ἅρμασιν 5 ἵπποι κατὰ τὸν καιρὸν τοῦ ἀγῶνος ὑφίστανται. θεραπεύσεις δέ, αἷμα λαμβάνων ἀπὸ τῆς περιστεφανίδος, αὐτὴν τε ὄξει καὶ ἅλατι καταντλῶν καὶ ἀνατρίβων. εἶτα οἰνέλιον ἐρίῳ ἀναλαβὼν, κατὰ τὴν ἄρμονίαν ἐπίθεσ τοῦ ὄνυχος, συνεχέστερον ὕδατι θερμῷ καταντλῶν, καὶ τὴν αὐτὴν θεραπείαν προσάγων 10 ἐπὶ ἡμέραις δώδεκα. 6 εἰ δὲ μὴ ὠφελήσοι, τότε κατεπειγούσης ἀνάγκης τὸν ὄνυχα κάτωθεν τῇ σμίλῃ ὑπότμενε ὥσει διπλοῦν νομίσματος μέγεθος. εἰ δὲ καὶ πλέον εἴη τὸ κρεμάμενον, τέμνε μέχρι τῆς ζώσης σαρκός, φειδόμενος μὴ ἀψασθαι τοῦ ὀστέου. εἰ δὲ πολὺ ἀπορρεύσει αἷμα, ἔλαιον σὺν ὄξει καὶ ἅλατι λεπτῷ 15 καὶ κόπρῳ τοῦ αὐτοῦ ἵππου μίκας, τὰς ἄρμονίας σὺν τῷ ὄνυχι μετὰ ὀθόνης καταδέσμει, μετὰ δὲ τρίτην ἡμέραν θερμῷ κατάντλει. εἰ δὲ ὑπεράρκωςις γένηται, στυπτικοῖς ἢ τραυματικοῖς βοηθήμασι χρῷ. συνεχέστερον δὲ τὸν ὄνυχα σμιλίᾳ καθαίρων περί|τμενε, ὥστε αὐτὸν ἐξ ἴσου πανταχόθεν αὔξεσθαι, καὶ τῷ 20 μαλάγματι τῷ ἀνέφθῳ χρῷ, ἥρεμα προσάπτων. εἰ δὲ μηδ’ οὕτως θεραπευθῇ, ἀνάγκη καεῖν αὐτόν.