Ancient Greek
256.4
Hippiatrica, Hippiatrica Berolinensia 256.4
Unproofread scanNot analysed yet
κεφάλαιον νεʹ περὶ φθορᾶς τριχῶν. Ἄψυρτον. ψιʹ 1 Φθορᾶς γενομένης τριχῶν ἐν τῷ μειούρῳ τῆς οὐρᾶς, ἀποσμήχειν δεῖ τῷ οὐρῷ, καὶ τὰς πιτυρίας ἀποπλῦναι καλῶς καὶ καταβρέχειν οἴνῳ καὶ ἐλαίῳ. λέγεται δὲ καὶ ἀλείφειν τὸν τόπον στέατι κυνὸς ἢ ἀλώπεκος, ὠφελεῖ γὰρ ἄκρως. ἄριστον δὲ καὶ τῆς ἁλθαίας τὴν ῥίζαν ἐψησαι καὶ καταβρέχειν καὶ πλύνειν τῷ ἀφεψήματι, πρῶας προαποσμήξαντα δηλονότι· ποι-ήσει γὰρ τὰς τρίχας εὐμήχεις καὶ πυκνάς. τοῦτο ποιεῖ καὶ ἐπὶ ἀνθρώπων, ἐπὶ ἀνδρῶν τε καὶ γυναικῶν. ἐὰν γὰρ ὦσιν ἀραιαί, ἔσονται πυκναί.