Ancient Greek
26.1 to 173.5
Hippiatrica, Hippiatrica Berolinensia 26.1-173.5
Unproofread scanNot analysed yet
καὶ τῷ ἐλαίῳ ἐγχυμάτισον. δίδου δὲ καὶ ἄλευρον σίτινον μετὰ ὕδατος χλιαροῦ χειμῶνος, εἰ δὲ θέρος ἐστίν, ἄλευρόν κριθίνῳ μετὰ ψυχροῦ ὕδατος ἐγχυμάτισον. εἰ δὲ ἔχει τὰς λαγόνας τεταμένας καὶ μὴ παύηται ὁ πυρετός, ἀνάγκη αὐτὸν καυτηριασθῆναι καὶ οὕτως ἐπιμελείας τυχεῖν. ἄλλο. 29 Γάλακτος αἰγείου λίτρας τὸ ἡμισυ, ἄμύλου τὸ ἄρχουν, ὥα τέσσαρα, ἐλαίου κνᾶθον ἕνα, βοτάνης περδικιάδος, ἣν Ῥωμαῖοι οὐρχιόλαφ καλοῦσι, τὸν χυλὸν αὐτῆς τοῖς ἄλλοις εἴδεσι μίξας, καὶ προποτίσας ἐντεῦθεν ἐπὶ ξξ ἡμέραις θάττον θεραπεύσεις. χρῖσμα πρὸς πυρετόν. 30 Ῥόδων λίτραν μίαν, ἐλαίου παλαιοῦ λίτραν μίαν |ὄξους λίτραν μίαν ἡμισυ, ἐλαίου Κυπρίνου λίτραν μίαν ἡμισυ, ἄνδράχνης καὶ καρύων παλαιῶν λίτρας τὸ ἡμισυ, ἡδυόσμου καὶ πηγάνου τὸ ἄρχουν σύντριψον καὶ οὕτως ἐπίχρισον. ἄλλο προπότισμα. 31 Πυρεταίνοντα ἵππον ἐξ ἀνάγκης χρή φλεβοτομῆσαι καὶ προποτίσαι οὕτως· γεντιανῆς γο ξς, ἀριστολογχείας γο δʹ, ὐσσώπου γο βʹ, ἄβροτόνου γο βʹ, ἀψινθίου γο βʹ, σύκων γο βʹ, σελιννοσπέρμου γο ξς, πηγάνου δεσμὴν μίαν εἰς χύτραν βαλὼν ἄλλο πρὸς σχώληκας κοιλίας καὶ στρόφους. 7 Τῇ κοιλίᾳ πόνος πέφυκεν τίκτεσθαι, ἵνιχά δήγμασι τὰ φορ' πλησιάζοντα μῆλη σχώληκες ἐπινέμονται. βασανίζεται δὲ συνἐχὼς τὸ ζῷον, καὶ κυλίεται, καὶ ἡ κοιλία διογκοῦται, καὶ τὴν ὀψὶν ἢ τὸ στόμα πλειστάκις περὶ τὴν γαστέρα φέρει. θεραπεία οὖν τῇ προγεγραμμένῃ χρώ, πρόσμιγε δέ, εἰ βούλει, καὶ κενταύριον ἢ καὶ σιχνὸν ἁγρίου ὄξος. ἄλλο. πρὸς ὀδύνας κοιλίας κλύσμα. 8 Νίτρον καὶ ἔλαιον ἐξ ἴσου μίξας σεντλίῳ χλωρῷ, καὶ κεφαλῆς αἰγὸς ἐψηθείσης καὶ ἀλέκτορος ζωμοῦ καὶ πιτσάνης χυλόν, καὶ |ποιήσας πλήθος κοτυλῶν δύο, κλύζε τὸ ζῷον. ὀδύνης δὲ ἐπιγενομένης, πυριά, ἢ σελίνου καρπὸν καὶ χαμαλδροῦν τρίψας καὶ ξηράνας, μετὰ σμύρνης ἐν οἴνῳ λευκῷ εὐὠδεῖ λειώσας ἐγχυμάτιζε. Πελαγωνίου πρὸς ὀδύνας κοιλίας καὶ πόνους. 9 Πάνακος ὄλκης γράμματα δύο, ἀριστολοχείας γράμμα ἕν ἐν οἴνῳ εὐώδει λεάνας ἐγχυμάτιζε, ἢ πηγάνου σπέρματος ἢ δξύφαρον α' μετὰ οἴνου παλαιοῦ.