Ancient Greek
260.8
Hippiatrica, Hippiatrica Berolinensia 260.8
Unproofread scanNot analysed yet
ἄλλο. 2 Ὀνόμασάν τινες πάθος ἱππότιλον ἀπὸ τοῦ συμβαίνοντος. τιλᾶ γὰρ καὶ ἐκλυσὶς αὐτῷ ἐπιγίνεται ἀπὸ τούτου, καὶ τὰ σκέλη αὐτοῦ συνδέδεται. τὸ μὲν δή εἶδος τοῦ ἀρρωστήματος ἐπικίνδυνον. θεραπεύεται δὲ οὕτως· ποιήσας τὸν ἵππον διψῆσαι, ὅσσόπου ὅσον ὀξύβαφον εἰς τὸ ὕδωρ ἐγχέας, δίδου αὐτῷ πιεῖν. καὶ ἐὰν περισωθῇ, τὴν πρώτην ἀφελε αἷμα ἀπὸ σκελῶν καὶ γονάτων, καὶ εἰς ψυχρόν ὕδωρ ἐμβαλόν, ἕασον μεῖναι ἡμιώριον, |εἶτα βάτον φύλλα ξηράνας καὶ κόψας, ἐμβαλε τῷ ποτῷ. βοηθήσεις δὲ καὶ δι' ἐγχυματισμῶν· ῥοῖαν τὴν ἐσθιομένην καὶ ἄλφιτα καὶ οἶνον εὐώδους ὅσον κοτύλην