Ancient Greek
262.8
Hippiatrica, Hippiatrica Berolinensia 262.8
Unproofread scanNot analysed yet
2 'Ἡσίοδος μὲν ἡμισυ τοῦ παντὸς φησιν εἶναι τὴν ἀρχήν, 15 προτρέπων, οἶμαι, καὶ διὰ τοῦτο τῶν ἀρίστων ἐπιτηδευμάτων ἅπτεσθαι, ὡς τοῖς γε ἀρξαμένοις ἐξ ἡμισείας ἤδη προ- 211r ηνυσμένου τοῦ σπουδάσματος. οὐ πολλοῦ δὲ ὄντος τοῦ |τῆς ἡμισείας μοίρας πλείονος, ὅμως δεῖ τοῦ λειπομένου πρὸς τὴν τοῦ παντὸς συμπλήρωσιν. ἐγὼ δὲ οὐχ ἡκιστα ἐν τῷ περὶ τῆς 20 ἵππων θεραπείας συγγράμματι τοῦτό μοι δοκῶ δεῖξεν γεγενημένον. 3 ἀρξάμενος γὰρ τὸ πρῶτον συγγράφειν βιβλίον καὶ τοῦτο πληρῶσαι οὐχ εὐμαρῶς ἐλπίζας, ἀντίστροφον ἄτεχνῶς τινα κατὰ τοὺς τῶν μελῶν ποιητὰς ἀποτεῖνω βίβλον ταυτηνὶ δευτέραν, μηδὲν ἐλλείπειν τῷ συντάγματι θέμενος διὰ σπου- 25 δῆς. ὥσπερ γὰρ ἠμοττεν μέτρον αὐτάρκες ἐπιθεῖναι τῇ πρώτῃ, τὸν ἐπὶ τῷ πολλῷ φυλαζάμενον μήκει χρόνον, οὕτω προσῆχον