Ancient Greek
264.2
Hippiatrica, Hippiatrica Berolinensia 264.2
Unproofread scanNot analysed yet
214r κεφάλαιον ξ’ περὶ στόματος ἐλκωθέντος. σοδ’ Ἕαν στόμα ἐλκωθῇ καὶ ὁ λαιμὸς καὶ ἡ ἀρτηρία, λαβὼν σίδια ξηρά, κόψας καὶ σήσας λεπτῷ κοσκίνῳ, διάπασσε τὸ στόμα, ἀποδήσας ἔξω τὴν γλῶτταν ἐπὶ ἡμιώριον, ὥστε τὴν στύφιν ἰκανὴν γενέσθαι. εἶτα λύσας καὶ ἀπολαβὼν τὴν γλῶσσαν ἔξω τοῦ στόματος, ἐκπλυνον οἴνῳ ἀκράτῳ. ἐὰν δὲ τοῦτο μὴ ἔχης, ἑλαίας φύλλα ξηράνας, κόψον καὶ σήσας πυκνῷ κοσκίνῳ ἐμπασσε, ἀποδήσας πρῶτον τὴν γλῶσσαν ἐπὶ ἡμιώριον, εἶτα ἐκπλυνον ὕδατι, μέχρις ἂν ὑγιάνῃ. |