Ancient Greek
266.2
Hippiatrica, Hippiatrica Berolinensia 266.2
Unproofread scanNot analysed yet
r κεφάλαιον ξβ' περὶ τῶν ἐξ ὁδοῦ ἢ δρόμου κεκοπωμένων καὶ περὶ τῶν ἐλκομένων ἐκ τῶν λαγόνων. Ἀψύρτου. φρδ' 1 Ἀψυρτος Μάρκῳ Αἰμιλίῳ δεκουρίῳνι . ἱπποτροφοῦντά σε βούλομαι εἰδέναι τοῖς ἐκ τῆς ὁδοῦ κεκο-πωμένοις ἢ δρόμου ὠφέλιμον χρήσθαι ταύτῃ τῇ θεραπείᾳ· ἄλφιτα λεπτά μίξαντας μετὰ οἴνου εὐώδους καὶ ποιούντας 15 μαγδαλέας, καταλαμβάνομένους τὴν γλῶσσαν διδόναι. ἐὰν δὲ ἢ ἐλκόμενος ἐκ τῶν λαγόνων, διὰ ῥινῶν ἐγχυματίσέσθω κρό-κον ὀλκὴ τριωβόλου μετὰ ὕδατος κοτύλης καὶ διὰ τοῦ στό-ματος.