Ancient Greek
267.3
Hippiatrica, Hippiatrica Berolinensia 267.3
Unproofread scanNot analysed yet
3 Πρὸς δὲ τοὺς ἀποτεταμένους τῷ πνεύματι ἐξ ὁδοιπορίας χιη´ ἢ δρόμου χρῆσθαι τῷ οἴνῳ μετὰ τοῦ ὕδατος, ἴσον ἑκατέρου χρῆμα ποιούντας εἰς πλήθος κοτυλῶν δύο, καὶ καθ´ ἡμέραν ἐγχυματίζειν διὰ τοῦ στόματος μέχρι ἡμερῶν ἑπτά. ἐὰν δὲ ἢ ἐλκόμενος ἐκ τῶν λαγόνων καὶ ὑπέρτονος, τούτῳ οἶνον μὴ διδόναι, ὕδατος δὲ κοτύλη μινύνειν κρόκον τριώβολον |καὶ ἀνατρίψαντας ἐγχυματίζειν διὰ τῆς ἀριστερᾶς ῥινός. συμβαίνει δὲ τῆς καθάρσεως γενομένης ἐν τε ἵππῳ καὶ τοῖς ὑποζυγίοις ἕλυσιν γίνεσθαι τῆς δυνάμεως, καὶ τῶν μὲν ἐντοσθιδίων συμπάσχειν οὐδέν. ἡ δὲ τοῦ αἵματος ῥύσις συμπτώσεως γινομένης ἀδυναμίαν παρέχει τῷ σώματι, διὸ δεῖ τροφῇ χρῆσθαι παντοδαπῇ καὶ πλείονι.