Ancient Greek
268.1
Hippiatrica, Hippiatrica Berolinensia 268.1
Unproofread scanNot analysed yet
218 Πελagonίου πρὸς τοὺς ἐξατονοῦντας τοῖς μέλεσιν. φνζ 5 Ἔσθ' ὅτε ἵππος ἢ βουλιμιάσας ἢ ἀτονήσας σχεδὸν λύεται τοῖς μέλεσι, καὶ εἰσὶ διάφορα τὰ πάθη, ἀλλὰ τὰ σημεῖα τῆς ἀρρωστίας πλειστάκις ὅμοια τυγχάνουσι καὶ τοῖς βουλομένοις θεραπεύσαι πλάνην ἐγγεννῶσι. καὶ γὰρ εὑρίσκομεν ἐν τοῖς ζῴοις σημεῖα ἄλλης ἀνωμαλίας, ἧπερ ἂν ἡμεῖς ὑπολαμβάνομεν. καὶ γὰρ ὅτε βουλόμεθα εἰδεῖν ἵππον πυρεταίνοντα, ὁρῶμεν τὴν τούτου κεφαλὴν περὶ γῆν φερομένην, καὶ συνεχέστερον ἀσθμαίνοντα. ταῦτα δὲ τὰ σημεῖα οὐ μόνον πυρεταίνοντος, ἀλλὰ καὶ ἀλγηδόνος ὑπομένουτος. ἔστι δὲ πάλιν ὀπισθοτονικοῦ νομιζόμενα σημεῖα, ἃ συμβαίνει ἐκείνοις τοῖς ζῴοις, ἅτινα ἀπὸ πολλοῦ ἡλίου ἢ καμάτου ἐξατονήσουσι, στῆναι μὴ δυνάμενα, ἀλλὰ συννημένοις εἰς ταῦτό τοῖς ποσὶ καταπίπτουσι. μὴ τοίνυν νομίσῃς αὐτὸς πόνον εἶναι κοιλίας ἢ στρόφον, καὶ οὕτως θεραπεύσεις, ἀλλὰ τῷ πάθει μᾶλλον τὴν ἀμόζουσαν προσένεγκε θεραπείαν. πολλὰ τοίνυν σημεῖα ὅμοιά εἰσι τῶν πλησίων παθῶν, πολλὰ δὲ τῶν μὴ καθ' ἕν κεχωρισμένων ἅτινα εὐχερῶς γνωρίσεις, εἰ ἐπιμελέστερον προσοχῆς.