Ancient Greek
272.1
Hippiatrica, Hippiatrica Berolinensia 272.1
Unproofread scanNot analysed yet
r κεφάλαιον ζε´ περὶ τῶν ὑπὸ κονίας καέντων. Ἀψύρτου. χπδ´ 1 Ἕὰν ποτε συμβῇ ὑπὸ ἀσβέστου κατακαῆναι τὸν ἵππον ἢ κονίας τῆς λεγομένης ὑπὸ τινων τιτάνου ἐν ᾧδήποτε τόπῳ τοῦ σώματος, ἢ ἐμβῇ εἰς κοπρίαν τὴν ἐκ τοῦ αὐτομάτου καιομένην καὶ κατακαῇ τὰ σκέλη, ἢ ἄλλως πως συμβῇ· θεραπεύεται ὕδατι ψυχρῷ θερείας, χειμῶνος δὲ θερμῷ, καὶ καταχρῶμενος τῇ λιπαρᾷ, εἰ θέλεις, μετὰ ἀξουγγίου, ἢ αὐτῇ τῇ ἀσβέστῳ μετ´ ἐλαίου. εἰς θάλασσαν δὴ μὴ ἐμβαζέσθω, ἄχρις ἂν ἀπουλωθῇ.