Ancient Greek
274.1
Hippiatrica, Hippiatrica Berolinensia 274.1
Unproofread scanNot analysed yet
οὐδὲν ἀνύσεις. ἐὰν δὲ ὁ πνεύμων πάθῃ, λευκῶν ὀρόβων χοίνικας δύο καὶ ἄλῶν ὀξύβαφον αʹ φυράσας μεθʹ ὕδατος καὶ πλάσας ἄρτον, καὶ μετὰ τὸ ξηρανθῆναι καύσας, τρίψον λίαν, καὶ ἐν τῷ ποτίζειν ἐπίπασσε τῷ ποτῷ. ἐγχυμάτιζε δὲ καὶ διὰ στόματος οὕτως· κρόκον, σμύρναν, νάρδον Συριακήν, κασίαν, ἄμυλον, ἀριστολοχείαν τὴν λεπτήν, γλαύκιον, ἄγρωστιν, ἔλαιον· ταῦτα πάντα τὰ ξηρὰ λεάνας καὶ ἐνώσας τοῖς ὑγροῖς, ἐπίβαλε μέλιτος ὀξύβαφον καὶ οἶνον πρωτείου κοτύλην μίαν, καὶ διὰ μυκτήρος ἔγχει· ἢ χυλῷ τῷ διὰ πιτιάνης ἐπὶ πλεῖστον ὡσαύτως χρῷ. ἦπαρ δὲ εἰ πάθοι, βόιζε, καὶ ἄλευρα πύρινα πρόσβαλε τῷ ποτῷ χειμῶνος, θέρους δὲ κριθίνα, καὶ ἐγχυμάτιζε σύκων παλαιῶν ἀφεψήματι. πρὸς |δὲ τοὺς νεφροὺς ἐν ἀκινησίᾳ διαφυλάττε τὸ ζῷον, καὶ ἐνάλειφε ἡρέμα κηρειαίῳ, καὶ σχολάζετω, ἕως ἂν θεραπευθῇ.