Ancient Greek
275.1
Hippiatrica, Hippiatrica Berolinensia 275.1
Unproofread scanNot analysed yet
σχοινίου δίκην ἐκκρεμεῖς ἔχει, λεπτοτέρῳ καὶ ἐπιμηκεστέρῳ σπαρτίῳ παρεοικότας. <οὐχ οὕτως πρὸς δεσμὸν ὡς σπάρτον ἐὐτονουῦσα διὰ πολυγονατίαν τῇ τάσει τῆς χειρὸς τῶν ἐπιλαμβανομένων αὐτῆς ὥςτα τῶν γονάτων ἀρίσταται. οὐ φείδεται δὲ καὶ ἡ πὸς καὶ ἐπὶ δένδρων ἀρριζος φύεσθαι. >ταύτην λαμβάνοντες χλωρὰν, συνέψουσιν οἴνῳ, μέχρι τοῦ ἀποτριτωθῆναι, καὶ ἐγχυματίζουσι τὰς ἑαυτῶν ἱππάδας καὶ τοὺς ἵππους οἱ Σπάνοι. χρῶνται δὲ αὐτῇ καὶ προσφυλατικῷ νόσῳν φαρμάκῳ, καὶ εἴ τι τῶν |ἐντὸς ὑποπτεύουσι διεφθαρμένα, τούτῳ βοηθοῦσι.