Ancient Greek
279.2
Hippiatrica, Hippiatrica Berolinensia 279.2
Unproofread scanNot analysed yet
ἄλλο εἰς τὸ αὐτὸ Εὐμήλου. 4 Ἐὰν δίχα τινὸς ἀνωμαλίας ἰσχῶσις γένηται ζῴῳ, σῖτω πλῆ καὶ κριθαῖς πεφρυγμέναις ἀναληφθήσονται. πολλάκις δὲ καὶ οἶνος ἐν τῷ παρ’ αὐτῶν πινομένῳ ὕδατι μιγνύμενος, μέχρις οὖ τὴν κατὰ φύσιν ἀναλάβωσι ῥώσιν, ὠφελήσει. τὰ δὲ τῶν τοιούτων σώματα πολλῆς τῆς τριψέως δέονται πρὸς τὸ δι’ αὐτῆς πλεῖονα τὴν ὀρεξιν τῆς τροφῆς λαμβάνειν. χρή δὲ καὶ ἐν τόπῳ ξηρῷ αὐτὰ ἵστασθαι· τοῦτο γὰρ καὶ τῷ σώματι καὶ τοῖς ὀνύσιν αὐτῶν συμβάλλεται. προσμιγνύσθω δὲ τῇ τροφῇ καὶ ὀροβος. καὶ καθεύδουσι δὲ αὐτοῖς ἄχρουν ὑποστρωννύσθω.