Ancient Greek
288.1
Hippiatrica, Hippiatrica Berolinensia 288.1
Unproofread scanNot analysed yet
τὰ κάτω κατῶγον τὸν χυμόν, δυσδιεξόδευτον ἐργάση· μὴ μέντοι ἐξ αὐχένος, ἵνα μὴ μονωθεὶς ἐνσκήψῃ τῷ περιχαρδίῳ τόπῳ. κατὰ γὰρ τὰς διαιρέσεις σφιγχθεῖσα ἐγκαταρρέουσιν αἱ ὕλαι. μετὰ δὲ τὸ οὕτως ἀφαιμάξαι, πίοςη καὶ στακτῇ [καὶ] 236 κονία καὶ νίτρω καὶ ἰῷ περιχρίσων, ἵνα ταχέως εἰς ἐπι|φάνειαν χωρήσῃ. ὅταν δὲ πᾶς ἐλκωθῇ, ἄλευρα κριθῖνα ἐφήσας ἐν ὑδρελαίῳ, ἐπίχριε χλιαροῦ ὄντος τοῦ φαρμάκου. καὶ ὅταν γένηται τριταῖος, ἀπόπλυνον ὕδατι θερμῷ ἢ στακτῇ, καὶ ἄμυσδε μέχρις αἱμάξεως· εἶτα ἀπομάξας κιλικίῳ ἢ δάκεσιν, ἐπίχρισον πίοςῃ ὑγρᾷ καὶ ἐμμόργῃ καὶ ἐλαίῳ ἐντρίψῃ καὶ θείῳ ἀπύρῳ. καὶ ἀφαιμάσδων ἀπ’ αὐχένος, ἐγχυμάτιζε σικύῳ ἀγρίῳ καὶ νίτρῳ, ἐξ ἴσου κοπτέσι δι’ οἶνον ἢ μελιχρότον. λαμβανέτω δὲ ὁ τέλειος ξέστας Ἰταλικούς τρεῖς, ὁ νεώτερος δύο, ὁ δὲ πῶλος ἕνα.