Ancient Greek
296.1
Hippiatrica, Hippiatrica Berolinensia 296.1
Unproofread scanNot analysed yet
r κεφάλαιον ογ' περὶ ἵππου λακτισθέντος. Ἀψύρτου. ψνβ' 1 Ὅταν γένηται μαχομένων τῶν ἵππων πρὸς ἀλλήλους λακτί-ζειν τοῖς ὀπισθίοις τοὺς ἀμφοτέρους εἰς τὸ κενόν, συμβαίνει ὀξῆν γίνεσθαι τοῦ περιτονίου κατὰ τὸν χρεμαστήρα τῶν ὀρ-χεῶν, καὶ ἐμπεσεῖν τὰ ἔντερα εἰς τὸν κώρυνον ἢ θύλακιν λεγομένην, καὶ ζῆσαι οὐ δύναται. σημεῖα δέ ἐστι ταῦτα· ὀγ-κοῦται ὁ κώρυνος, καὶ περιπατῶν ἐφίσταται, καὶ οὐ τρώγει, οὔτε στήναι δύναται, ἀλλὰ ὁπίτει ἑαυτόν, καὶ κυλίεται ἀνα-νεύων ἐπὶ τὴν ἅχιν. ἐπιζῇ δὲ ἡμέραν μίαν ἢ δύο, τῇ δὲ τρίτῃ διαφθινεῖ. οὐκ ἐμπίπτουσι δὲ αὐθημερὸν τὰ ἔντερα, ἀλλὰ τῇ ἐπαύριον.