Ancient Greek
297.1
Hippiatrica, Hippiatrica Berolinensia 297.1
Unproofread scanNot analysed yet
κεφάλαιον οἱ' περὶ καταγμάτων. Ἀψύρτου. 1 "Ἀψύρτος Φρόντωνι Ἐφεσίῳ ἱπποϊατρῷ χαίρειν. ποδ' ὅσα τῶν θραυσμάτων συμβαίνει ὑποκάτω τοῦ γόνατος ἐν τοῖς ὀπισθίοις καὶ ἐμπροσθίοις, θεραπεύεται οὕτω· δεῖ κατατάσσειν εἰς τάξιν τὸ κάταγμα, καὶ οὕτω δεσμεῖν, προὑποτιθέντα ξοία ὀπταρὰ τελαμῶσι λινοῖς διαφόχοις ὀξεῖ καὶ ἐλαίῳ, ὅσοι ἱκανοὶ εἰσιν, ἴσοις, μὴ διαφόρβοις, ἡραιωμένοις καὶ ἀφεστηκόσι, καὶ ὡσαύτως ἐπιρρίπτειν τὰ ξοία βεβρεγμένα καὶ καταλαμβάνειν. καὶ πλάστιγγας προστιθέναι τρεῖς, καὶ δεσμεύειν ἐξ ἑκατέρου μέρους ἅμματι τῷ λεγομένῳ λύκῳ, καὶ τηρεῖν ὀρθὸν ἡμέρας τεσσαράκοντα, ὧν ἐν ταῖς εἴκοσι λύειν δεῖ τρίς καὶ πάλιν δεσμεῖν, καὶ καταβρέχειν τῷ ὀξελαιῳ |καθ' ἡμέραν, καὶ μετὰ ταῦτα λύειν, εἶτα πάλιν ἐπιδεσμεῖν, ὡσαύτως καὶ τὰς πλάστιγγας ἐπιθεῖναι. διελθουσῶν δὲ τῶν τεσσαράκοντα, ἐὰν ἢ πεπηγὼς καὶ περιπατῶν, λύε καὶ χρῷ μαλάγματι τῷ διὰ τοῦ στέατος, καὶ περιπατεῖτω κατ' ὀλίγον. 2 ὅσα δὲ ἐπάνω τοῦ γόνατος καταάσσεται, μὴ ἅπτου· οὐ γίνεται γὰρ ὑγιῆς. καὶ ἐὰν ὁ μηρὸς κατεαγῇ, ἀπογίνωσκε. ὡμοῦ δὲ θραυσθέντος, οὐκ ἔστι θεραπεία· ἐπιγίνεται γὰρ ὀπισθότονος. ἐὰν δὲ ποτε συμβῇ θραύσιν γενέσθαι μετὰ τραύματος, καὶ διακοπῇ ἢ βύρσα, μὴ ἅπτου μηδὲ τὰ ὑποκάτω δέσμευε· σῆπεδὸν γὰρ ὑποτρέχει. ἐὰν δὲ ἡ πλευρὰ κατεαγῇ, ὑγιὴς γίνεται. μηδέποτε δὲ καταγμάτων πώρον πεποιηκότι καυτήριον ἐπιθής· ἀναβαλλομένων γὰρ τῶν ἐσχάρων, λύσις γίνεται τοῦ πώρου, καὶ ἔσται σοι πάλιν θεραπεύειν.