Ancient Greek
30.2
Hippiatrica, Hippiatrica Berolinensia 30.2
Unproofread scanNot analysed yet
14 6 ὅσοι δὲ εἰσιν ὠχοτετομημένοι, οὐκ ἐμπίπτουσιν εἰς τὸ πάθος τοῦτο . συμβαίνει δὲ ὡς ἐπίπαν ἐν τοῖς πώλοις, ὅταν ἐκληφθῶσιν ἐκ τῆς ἀγέλης καὶ εἰς τὴν στάτιν ἐλθῶσιν, ἐγγίνεσθαι ἀνάχυσιν τῆς ἀρθρίτιδος, καὶ οὕτω διαφθαρροῦσιν ἐν τῷ χειμῶνι. ἐπιγνωσθήσεται δὲ πρὸ τοῦ φέρεσθαι διὰ τῶν ῥινῶν, ὅταν ἡ βήσῃ, ὥστε ὑπολαμβάνειν ὀστέα καταπεπωχένα, καὶ εὐγνώστον ἐστιν, ὅτι ἕζεται ὑπὸ τῆς ἀρθρίτιδος καὶ ὡς τάχιστα δεῖ βοηθεῖν, καθὼς ἄνω γέγραπται. εὐχρηστον δὲ καὶ τοῦτο προσφέρειν, ὅταν ἡ ὁ καιρὸς τοῦ φθινοπώρου· σταφυλὴν λευκὴν ἀποθλίψαι καὶ ποιῆσαι πλήθος κοτυλῶν δύο, καὶ τούτῳ μίξαντα ἀριστολογείας κεκομμένης καὶ σεσημένης κοχλιάρια δύο ἐπίμεστα ὡσαύτως ἐγχυματίζειν διὰ τῆς ῥινὸς καθ’ ἡμέραν μέχρι ἡμερῶν ἐπτά.