Ancient Greek
304.2
Hippiatrica, Hippiatrica Berolinensia 304.2
Unproofread scanNot analysed yet
ἄλλο. Πράσων τὰς κεφαλὰς κόψας καὶ κριθαῖς χλωραῖς συννεψήσας, τὸν χυλὸν δίδου πιεῖν χλιαρόν. ἄλλο. Χολὴ καὶ ὑγρὰ καὶ ξηρὰ τίκτεσθαι πέφυκεν, ἥτις μάλιστα ὄνων καὶ ἡμιόνων τὰ γένη λυμαίνεται. τῆς οὖν ξηρᾶς σημεῖα ταῦτα· σπᾶται |κατὰ παντὸς τοῦ σώματος, καὶ τοῖς ὀνύξι τύπτει τὴν φάτνην, ὥσπερ ἐπτοημένος, καὶ τοὺς ὀφθαλμοὺς τετάρχαται οὕτως, ὡς ἀντιβλέπειν ἀνθρώπῳ μὴ δύνασθαι, τὴν τε φορβὲν ἕλκειν ἐφʼ ἑαυτὸν βιάζεται, καὶ κυλίεται πυκνότερον. συμβαίνει δὲ τοῦτο, ἡνίκὰ τὰ περὶ τὴν καρδίαν χολῆς εἴη πεπληρωμένα. αἷμα τοίνυν ἀπὸ τε τοῦ τένοντος καὶ τῶν κροτάφων λάμβανε, καὶ μετʼ αὐτοῦ τὸ ζῷον ἀπότριβε, τέσσαράς τε ξέστας οἶνον διὰ τῶν μυκτήρων ἔμβαλλε πρὸς τὸ διὰ τῆς τοιαύτης πλησμονῆς εὐχερῶς αὐτὸν ἐμέσαι δυνατὴν διὰ γὰρ τούτου καὶ τὴν γαστέρα λύεσθαι συμβαίνει. εἰ δὲ τοῦτο μὴ γένηται, ὑποχέου τὴν κοιλίαν, ἢ ἐλλεβόρου μέλανος δραχμὴν μίαν καὶ λινὸς σπέρματος τὸ ἴσον λειώσας, καὶ μέσας οἶνον κοτύλαις δυσί, διὰ στόματος δίδου. εἰ δὲ μὴ εὑρεθεῖ λινὸς σπέρμα, ἄσκαμμωνίας δραχμὰς δύο βαλὼν δίδου, μετέπειτα δὲ ἀψίνθιον καὶ κενταύριον ἐν μελίχρατῳ ἀποβρέξας. διὰ τῶν