Ancient Greek
305.4
Hippiatrica, Hippiatrica Berolinensia 305.4
Unproofread scanNot analysed yet
ἄλλο. 12 Τῶν χολερικῶν σημεῖα ταῦτα· καθ’ ἕκαστον πόδα χω- 253 λεύουσι, τὸ δέρμα τεταμένον ἔχουσι, τὰς φλέβας γεμούσας αἵματος, πολλῇ δὲ τούτοις συμβαίνει θερμότης. θεραπεύειν οὖν χρὴ τρόπῳ τοιῷδε· αἷμα τοῦ τραχήλου λαμβανέσθω, καὶ τῇ ἐξῆς σμιλῷ ἢ φλὲψ ἐπανοιγέσθω, καὶ εἰ μοχθηρὸν καὶ πελιδνὸν εἴη τὸ αἷμα, μέχρι καθαροῦ αἵματος ῥέοντος ἀπορ- 20 ρεῖν συγχωρείσθω, καὶ μελίχρατον διὰ στόματος ἐμβαλλέσθω. τροφὴ δὲ χλωρᾷ καὶ ἀλεύροις τρεφέσθω, προσβαλλομένου μέλανος οἴνου. τὸ δέρμα κυλισμοῖς καὶ ἀνατριψέσι χαννούσθω. τινὲς δὲ καὶ κισσοῦ φύλλα τρίψαντες οἴνῳ τε μέξαντες καὶ χλιάναντες, διὰ μυκτηρὸς ἐνέχεον.