Ancient Greek
306.3
Hippiatrica, Hippiatrica Berolinensia 306.3
Unproofread scanNot analysed yet
1 Τὰ καρκινώματα φησι δεῖν Ἱερώνυμος τέμνειν, ἐὰν δ τόπος ἐπιδέχεται· εἰ δὲ μή, καταπλάσσειν καρκίνους ποταμίους καύσαντα, καὶ μετὰ ὀξῆρᾶς τρυγὸς τριψαντα καὶ φυράσαντα ἐπιτιθέναι πίτυος φλοιὸν κεκομμένον καὶ ἰρὶν κεκομμένην καὶ κώνειου σπέρμα καὶ σιχύον ἀγρίου ὀξᾶν κόψαντα μετὰ ὕδατος ψυχροῦ καὶ ὀξοὺς καταπλάσσειν. ἐὰν μέντοι ἐλκοθῇ, ὕδωρ μὴ προσάγειν, ἀλλὰ πλύνειν οἴνῳ. φαρμάκῳ δὲ χρῆσθαι μολύβδαιναν καὶ χάλκανθον κεκομμένα, κονία ἀσβέστου μίξαντα ἐξίσης ξηρᾶς, ἐπιτιθέναι. τὰ δὲ κύκλῳ ἔλαιρ ἐπαλείφειν.